Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 8.108.4 | Hdt. 8.109.4 (English) | >>Hdt. 8.111.1 |
8.109.2 “καὶ αὐτὸς ἤδη πολλοῖσι παρεγενόμην καὶ πολλῷ πλέω ἀκήκοα τοιάδε γενέσθαι , ἄνδρας ἐς ἀναγκαίην ἀπειληθέντας νενικημένους ἀναμάχεσθαί τε καὶ ἀναλαμβάνειν τὴν προτέρην κακότητα . ἡμεῖς δέ , εὕρημα γὰρ εὑρήκαμεν ἡμέας τε αὐτοὺς καὶ τὴν Ἑλλάδα , νέφος τοσοῦτο ἀνθρώπων ἀνωσάμενοι , μὴ διώκωμεν ἄνδρας φεύγοντας .
8.109.3 τάδε γὰρ οὐκ ἡμεῖς κατεργασάμεθα , ἀλλὰ θεοί τε καὶ ἥρωες , οἳ ἐφθόνησαν ἄνδρα ἕνα τῆς τε Ἀσίης καὶ τῆς Εὐρώπης βασιλεῦσαι ἐόντα ἀνόσιόν τε καὶ ἀτάσθαλον · ὃς τά τε ἱρὰ καὶ τὰ ἴδια ἐν ὁμοίῳ ἐποιέετο , ἐμπιπράς τε καὶ καταβάλλων τῶν θεῶν τὰ ἀγάλματα · ὃς καὶ τὴν θάλασσαν ἀπεμαστίγωσε πέδας τε κατῆκε .
8.109.4 ἀλλʼ εὖ γὰρ ἔχει ἐς τὸ παρεὸν ἡμῖν , νῦν μὲν ἐν τῇ Ἑλλάδι καταμείναντας ἡμέων τε αὐτῶν ἐπιμεληθῆναι καὶ τῶν οἰκετέων , καὶ τις οἰκίην τε ἀναπλασάσθω καὶ σπόρου ἀνακῶς ἐχέτω , παντελέως ἀπελάσας τὸν βάρβαρον · ἅμα δὲ τῷ ἔαρι καταπλέωμεν ἐπὶ Ἑλλησπόντου καὶ Ἰωνίης .”
8.109.5 ταῦτα ἔλεγε ἀποθήκην μέλλων ποιήσασθαι ἐς τὸν Πέρσην , ἵνα ἢν ἄρα τί μιν καταλαμβάνῃ πρὸς Ἀθηναίων πάθος ἔχῃ ἀποστροφήν · τά περ ὦν καὶ ἐγένετο .
ch. 110
8.110.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 8.108.4 | Hdt. 8.109.4 (English) | >>Hdt. 8.111.1 |